· web view2016-02-05 · (Κεφ. α ´ 1 - 10) Ἀγαπήσατε δικαιοσύνην,...

26
ΦΛΕΒΑΡΗΣ 9! ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΚΑΡΣΛΙΔΗ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ [1]

Upload: others

Post on 22-Jun-2020

2 views

Category:

Documents


0 download

TRANSCRIPT

ΦΛΕΒΑΡΗΣ 9! ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΚΑΡΣΛΙΔΗ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ἄστρον, εὐσεβείας νεαυγές, θαυμαστὲ Γεώργιε, στῦλε παντοδαπῶν ἀρετῶν, ἀσκητῶν καλλώπισμα, περιφανέστατον, τῆς Μονῆς Ἀναλήψεως, δομῆτορ καὶ φύλαξ, ἄγρυπνε λειψάνων, ἀνακομίσεως, μνήμην τῶν σεπτῶν ἐκτελοῦντες, χάριτι προσφεύγομεν πάντες, σοῦ τῇ θεοσδότῳ Πάτερ Ὅσιε.

Γῆθεν, τῶν λειψάνων σου σορός, ἄγαν μυροβλύζουσα ἄρτι, ἀνεκομίσθη σεπτέ, ἀσκητὰ Γεώργιε, ὡς ὄλβος πάντιμος, καὶ πηγὴ ἀναβλύζουσα, ἰάσεις παντοίας, ἀσθενοῦσιν Ὅσιε, θεοειδέστατε· ὅθεν, εὐλαβῶς προσκυνοῦντες, ταύτην τῆς σῆς χάριτος πάντες, καὶ τῆς σῆς εὐνοίας ἐμπιμπλάμεθα.

Χάρις, σοῖς λειψάνοις ἐνοικεῖ, τοῖς θαυματοβρύτοις ἀφθόνως, θεοειδὲς ἀσκητά, τοῦ Ἁγίου Πνεύματος· διὸ ἡ Μάνδρᾳ σου, ἣν τιμίοις ἐδόμησας, χερσὶ τοῦ Κυρίου, θείας Ἀναλήψεως, χαίρει καὶ γάνυται, καὶ ἡ Δράμα πίστει κηρύττει, σοῦ τὴν ἀρωγὴν καὶ ἑτοίμην, προστασίαν Ὅσιε Γεώργιε.

Κρίνα, μυροβόλα τοῦ ἀγροῦ, ὤφθησαν ὀστέα σου ἄρτι, πέμποντα πᾶσιν ἡμῖν, εὐωδίαν ἄῤῥητον, σεπτὲ Γεώργιε, ὅτε τάφος ὁ θεῖός σου, ἠνοίχθη παμμάκαρ, ἰατρὲ ἀνάργυρε, τῶν προστρεχόντων σοι, καὶ τῶν κατωδύνων ὀλέτα, θλίψεων δομῆτορ σεμνείου, θείας Ἀναλήψεως πανόσιε.

Δόξα. Ἦχος πλ. δ΄.

Ὁ ἐν ἀσκητικοῖς καμάτοις καὶ καθαρᾷ πολιτείᾳ δοξάσας, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον Κύριον, ἀξίως ἐθαυμαστώθης ἰαμάτων χάριτι, καὶ τιμίων λειψάνων σου εὐωδία Γεώργιε θειότατε· αὐτῶν οὖν τὴν ἀνακομιδὴν σήμερον ἑορτάζοντες, Χριστὸν τὸν λαμπρῶς σὲ θαυμαστώσαντα δοξάζομεν, καὶ παρέχοντα πᾶσιν εὐχαῖς σου τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίρει ἡ εὐλαβής, τῶν Δραμινῶν χορεία, Γεώργιε τὴν θήκην, πανσέπτων σου λειψάνων, νῦν προσκυνοῦσα Ὅσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ὅτε θαυματουργέ, ἠνοίχθη ὁ σὸς τάφος, ἀῤῥήτου εὐωδίας, Γεώργιε ἐπλήσθη, Μονὴ τῆς Ἀναλήψεως.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πόθῳ κροκοβαφῆ, ὀστέα σου τὰ πλήρη, χαρίτων οὐρανίων, Γεώργιε οἱ δῆμοι, πιστῶν κατασπαζόμεθα.

Δόξα. Τριαδικόν.

Δόξα Σοι παντουργέ, Τριὰς ὑπεραγία, Τρισήλιε Θεότης, ὁ θαύμασι δοξάσας, Γεώργιον τὸν Ὅσιον.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα Μαριάμ, μὴ παύσῃ ἐλεοῦσα, θεόθεν σοὺς οἰκέτας, ἀεὶ δοξολογοῦντας, Υἱόν Σου τὸν πανάγιον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Κομιδὴν ἐκ τοῦ τάφου χαριτοβρύτων σου, καὶ πανιέρων λειψάνων, θεοειδὲς ἀσκητά, ἑορτάζοντες νῦν σπεύδομεν σῇ χάριτι, καὶ ἐμπιμπλάμενοι χαρᾶς, παναῤῥήτου ἐκ ψυχῆς, μυχίων σοι ἐκβοῶμεν· πιστοὺς εὐλόγει ἀπαύστως, καὶ καθαγίαζε Γεώργιε.

Δόξα. Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Θείας χάριτος ῥεῖθρον θεοφόρον Γεώργιον, καὶ κρουνὸν θαυμάτων παντοίων εὐφημήσωμεν κράζοντες· δομῆτορ Ἀναλήψεως Μονῆς, καὶ Δράμας ἀντιλήπτορ καὶ φρουρέ, μὴ ἐλλίπῃς ἱκετεύων, τὸν μεγαλύναντά σε πάτερ Ὅσιε· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ νεαυγῶν σε ἀσκητῶν πυξίον δείξαντι.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τὸν γεωργὸν ἐναρέτου ζωῆς τιμήσωμεν, καὶ φυτουργὸν ἐκθύμως, τῶν ἠθῶν εὐσεβοῦντες, Γεώργιον τὸν νέον ἐν ἀσκηταῖς, Δραμινῶν ὡς κοσμήτορα, καὶ τὴν αὐτοῦ τῶν λειψάνων σεπτὴν σορόν, εὐλαβῶς κατασπασώμεθα.

Ἡ τῶν λειψάνων σου θήκη ἡ χαριτόβρυτος, ὡς ἄλλη κολυμβήθρα, Σιλωὰμ θεραπεύει, ταχέως ἀλγηδόνας καὶ ζοφεράς, ἀσθενείας Γεώργιε, Ἀργυρουπόλεως γόνε καὶ Δραμινῶν, Ἐκκλησίας ἐγκαλλώπισμα.

Πανηγυρίζει ἡ Μάνδρα τῆς Ἀναλήψεως, Ταξιαρχῶν ἐν κώμῃ, Δράμας νῦν σῶν λειψάνων, Γεώργιε ἐκ τάφου τὴν κομιδήν, καὶ πιστῶς ἀνακράζει σοι· χαῖρε σεμνείου δομῆτορ ἡμῶν κλεινέ, καὶ φρουρὲ καὶ μέγα στήριγμα.

Χάριν Γεώργιε θείαν νῦν κομιζόμεθα, ὑγείαν καὶ ῥῶσιν, καὶ ἰσχὺν προσκυνοῦντες, λειψάνων σου τὴν θήκην τὴν ἱεράν, τὴν προχέουσαν νάματα, τοῖς ἀσθενοῦσιν ἰάσεων δαψιλῶς, Δραμινῶν ἀκέστορ ταχινέ.

Σοῖς μυριπνόοις ὀστέοις τοὺς προσπελάζοντας, εὐσπλάγχνῳ ὄμματί σου, ἴδε Ὅσιε Πάτερ, Γεώργιε καὶ χάριν σὴν δαψιλῶς, δὸς τοῖς σοὶ καταφεύγουσι, καὶ ἐκζητοῦσι πρεσβείας σου τὰς θερμάς, πρὸς Θεὸν τὸν πολυεύσπλαγχνον.

Ποντίων εὔχους τοῦ νέου καὶ Ἀναλήψεως, δομήτορος τῆς Μάνδρας, Γεωργίου Ὁσίου, τὴν θήκην τῶν λειψάνων τὴν ἱεράν, εὐλαβῶς ἀσπασώμεθα, ἀναβοῶντες· εὐλόγει ἡμᾶς ἀεί, τοὺς προστρέχοντας σῇ χάριτι.

Δόξα. Ἦχος πλ. β΄.

Ὡς ῥόδα ἐν καιρῷ ἔαρος εὐωδιάζουσιν, τὰ ἱερά σου λείψανα Γεώργιε πανθαύμαστε, ἅπερ ἄρτι ἐκ τοῦ πανσέπτου σου τάφου ἀνεκομίσθησαν, δεικνύοντα τὴν ἐν αὐτοῖς φοιτῶσαν χάριν, τοῦ Παναγίου Πνεύματις· αὐτὰ οὖν εὐλαβῶς κατασπαζόμενοι, ἐν τῇ Μονῇ τῆς Ἀναλήψεως ἣν ἰδίαις σου χερσὶν ἐδόμησας, παθῶν χαμαιζήλων λυτρούμεθα, νόσων ἀνιάτων ἀπαλλαττόμεθα, καὶ χαρᾶς πληρούμεθα καὶ ἰσχύος θείας, διανῦσαι ἀφόβως τοῦ βίο τὴν τρίβον θεόσοφε Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β´ 1 - 11)

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α´ 1 - 10)

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν

ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 1 - 9)

Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ

ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α´.

Ἐν τῇ Μονῇ τῆς τοῦ Χριστοῦ Ἀναλήψεως, ἐν ᾗ τὸ πάλαι τὸ ζῆν ἐξεμέτρησας, καὶ ἣν ἀδιαλείπτως ὑψόθεν εὐλογεῖς καὶ ἁγιάζεις, εὐλαβῶς προσκυνοῦμεν τὴν χαριτόβρυτον σορόν, τῶν πανσέπτων λειψάνων σου, Γεώρργιε βλάστημα Πόντου θειότατον, καὶ Δράμας φρουρὲ καὶ φύλαξ ἀνύστακτε, καὶ ἐν κατανύξει βοῶμέν σοι· ἀσκητῶν νεοφανῶν ἀγαλλίαμα, καὶ φανὲ τῆς εὐσεβείας νεόφωτε, ἀπέλασον ἡμῶν τὴν σκοτίαν τῶν παθῶν καὶ τῶν θλίψεων, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.

Ἐκ τῶν λαγόνων τῆς γῆς ὡς πολύτιμοι λίθοι, ἀνεκομίσθησαν ἄρτι τὰ ἱερά σου λείψανα, Γεώργιε ὁμολογητῶν Ὁσίων πατέρων θειότατε πρόβολε· αὐτὰ σήμερον θησαυριζόμενα, ἐν τῇ Μονῇ τῶν ἀόκνων ἀγώνων καὶ ἱδρώτων σου, καὶ βλύζοντα ἰάσεις παντοίας, μυστικῶς προζωγραφοῦσι τὴν δόξαν σου, ἐν τοῖς οὐρανίοις δώμασιν· ὡς χάριν οὖν εὑρὼν παρὰ Κυρίου, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.

Δεῦτε πιστῶν Δραμινῶν αἱ χορεῖαι, καὶ Χριστωνύμων ἁπάντων τὰ τάγματα, ἐν ἀγαλλιάσει συνελθόντα σήμερον, προσκυνήσωμεν τὴν χαριτόβρυτον θήκην τοῦ Γεωργίου λειψάνων, ἅπερ ἀρτίως ἐκ τοῦ τάφου αὐτοῦ ἀνεκομίσθησαν, πρὸς θεραπείαν πασχόντων, καὶ ῥῶσιν τῶν ἀνιάτων ἀσθενούντων, καὶ πιστῶς αὐτῷ ἐκβοήσωμεν· Ἀργυρουπόλεως νεόφυτον βλάστημα, καὶ πίστεως νεόδμητε πύργε, ὁ παρὰ Κυρίου δαψιλῶς εἰληφὼς τὴν χάριν τῶν ἰάσεων, τὰς θλίψεις ἡμῶν εἰς χαρὰν μεταποίησον.

Ἦχος δ΄.

Ὡς μυροβόλος αὔρα ηὔφρανε πάντας τοὺς παρεστῶτας, ἐν τῇ ἀνακομιδῇ τῶν πανσέπτων σου λειψάνων αὐτῶν ἡ εὐωδία, Γεώργιε προσευχῆς καὶ νήψεως παλάτιον, ὁ εὐφράνας λόγων σου εὐθύτητι πιστῶν τὰ συστήματα, εὐφραινόμενοι οὖν καὶ ἡμεῖς ἐκ τῆς σῆς παῤῥησίας πρὸς Κύριον, οἱ εὐλαβῶς προσκυνοῦντες τὰ χαριτόβρυτα ὀστέα σου, τὸν βόρβορον τῶν παθῶν ἀποπλύνομεν, τοῖς ῥεύμασι τῆς ἐξ αὐτῶν ἐκχεομένης πᾶσι χάριτος, καὶ Θεὸν δοξάζομεν τὸν σὲ θαύμασι ἀντιδοξάσαντα.

Δόξα. Ὁ αὐτός.

Ἑορτὴν σήμεον λαμπρὰν συστησάμενοι, ἐπὶ τῇ ἐπετείῳ τῆς ἀνακομιδῆς τῶν ἱερῶν σου λειψάνων, ὕμνοις μελιῤῥύτοις μακαρίζομέν σε, Γεώργιε ἀσκητὰ Ταξιαρχῶν τῆς Δράμας ἐνθεώτατε, καὶ πιστῶν ἀπλανέστατε ὁδηγὲ πρὸς σωτηρίαν· ἀσπαζόμενοι οὖν τὴν σορὸν τῶν ὀστέων σου, καὶ τρυγῶντες τοὺς καρποὺς τῆς χάριτός σου τοὺς ἡδυγεύστους, μεγαλύνομεν τοὺς τιμίους σου ἀγῶνας· δι’ ὧν οὐρανῶν πολίτης γέγονας, καὶ πρεσβευτὴς ἡμῶν πρὸς Κύριον θερμότατος.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.

Χαίρει, ἡ ἐν τῇ Δράμᾳ Μονή, τῆς τοῦ Κυρίου Ἰησοῦ Ἀναλήψεως, ἣν ἔκτισας σαῖς παλάμαις, ὡς θησαυρὸν τιμαλφῆ, ἔχουσα τὴν θήκην, τῶν λειψάνων σου, τρισμάκαρ Γεώργιε, Πόντου νέον ἀνάστημα, τοῖς εὐσεβέσιν, ἀναβλύζουσαν ἅπασι, θεῖα νάματα, ἀκλινοῦς προστασίας σου, νόσων ἀποδιώξεως, ταχείας πληρώσεως, χαρᾶς καὶ χαμαιζηλίας, ὁρμῶν πραΰνσεων Ὅσιε, νεόφυτον ἄνθος, ἀληθοῦς χριστοηθείας, καὶ ταπεινώσεως.

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Χαίροις, θαυμάτων ὁ ποταμός, χαρίτων φρέαρ θεϊκῶν ἀκεσώδυνον, ἡ κρήνη τοῦ Παρακλήτου, ἡ δαψιλὴ ἀληθῶς, καὶ χειμάῤῥους πάτερ, ἀγαθότητος, Γεώργιε σκήνωμα, ἀρετῶν πολυτίμητον, δομῆτορ θεῖε, Μάνδρας τῆς Ἀναλήψεως, Πόντου σάπφειρε, καὶ τῆς Δράμας τοπάζιον· ἔφορε θεοδώρητε, πιστῶν τοῦ συστήματος, φρούρει καὶ σκέπε καὶ ῥύου, τῆς ἐπηρείας τοῦ δαίμονος, τοὺς σοὶ προσιόντας, καὶ πιστῶς ἀσπαζομένους, σορὸν λειψάνων σου.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ἄρτι, ἐκ τῶν λαγόνων τῆς γῆς, πανευλαβῶς ἀνεκομίσθησαν Ὅσιε, Γεώργιε σὰ ὀστέα, ἅπερ ἡμῖν ἑορτῆς, νῦν καινῆς αἰτία, χαριτόβρυτε, γεγόνασι πάμφωτε, Πάτερ καὶ πανηγύρεως, ἀρχὴ σεμνείου, Ἀναλήψεως ἔφορε, καὶ συστήματος, Δραμινῶν φύλαξ ἄγρυπνε· δίδου ἡμῖν οὖν πάντοτε, τοῖς σὲ μακαρίζουσι, καὶ προσκυνοῦσιν ἐν πίστει, σὰ χαριτόβρυτα λείψανα, ἰσχὺν θριαμβεύσαι, τοῦ βελίαρ ὃν ἀσκήσει, στεῤῥᾷ ἐνίκησας.

Δόξα. Ἦχος πλ. δ΄.

Ἁγιοπρεπῶς πολιτευσάμενος Γεώργιε, Ἁγίων χοροῖς συνηρίθμησαι, καὶ πλήρη ἁγιότητος ὤφθησαν ἡμῖν τὰ πανίερα λείψανά σου, ὧν σήμερον τὴν ἀνακομιδὴν ἑορτάζοντες πιστῶς βοῶμέν σοι· ἁγιότητος ἡμῖν δεῖξον τρίβον, τοῖς φωναῖς ἐν εὐτάκτοις σὲ μεγαλύνουσι, πρεσβείαις σου πρὸς τὸν πανάγιον Θεὸν καὶ Κύριον, τὸν παρέχοντα πᾶσι τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Κομιδὴν ἐκ τοῦ τάφου χαριτοβρύτων σου, καὶ πανιέρων λειψάνων, θεοειδὲς ἀσκητά, ἑορτάζοντες νῦν σπεύδομεν σῇ χάριτι, καὶ ἐμπιμπλάμενοι χαρᾶς, παναῤῥήτου ἐκ ψυχῆς, μυχίων σοι ἐκβοῶμεν· πιστοὺς εὐλόγει ἀπαύστως, καὶ καθαγίαζε Γεώργιε.

Δόξα. Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Θείας χάριτος ῥεῖθρον θεοφόρον Γεώργιον, καὶ κρουνὸν θαυμάτων παντοίων εὐφημήσωμεν κράζοντες· δομῆτορ Ἀναλήψεως Μονῆς, καὶ Δράμας ἀντιλήπτορ καὶ φρουρέ, μὴ ἐλλίπῃς ἱκετεύων, τὸν μεγαλύναντά σε πάτερ Ὅσιε· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ νεαυγῶν σε ἀσκητῶν πυξίον δείξαντι.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις

ΟΡΘΡΟΣ

Μετὰ τὴν α´ Στιχολογίαν Κάθισμα. Ἦχος α´. Χορὸς ἀγγελικός.

Λειψάνων σου σεπτῶν, κομιδὴν ἐκ τοῦ τάφου, Γεώργιε σεπτέ, ἑορτάζοντες πόθῳ, σὴν χάριν αἰτούμεθα, καὶ λαμπρῶς μεγαλύνοντες, παῤῥησίαν σου, ἣν ἔχεις πρὸς τὸν Δεσπότην, τὸν φιλάνθρωπον, σθένους πληρούμεθα θείου, πατῆσαι τὸν δόλιον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ἁπάντων χαρμονή, τῶν βροτῶν Θεοτόκε, θερμὴ καταφυγή, θεία παραμυθία, ἑτοίμη ἀντίληψις, ἐν δειναῖς περιστάσεσι, καὶ βοήθεια, τοῖς ἀλγεινῶς τρυχομένους, πέλεις ἄχραντε, εὐλογημένη Παρθένε, πιστῶν θεία πρέσβειρα.

Μετὰ τὴν β´ Στιχολογίαν Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Μονὴ ἡ εὐαγὴς Ἀναλήψεως, θείας, ἣν ἔκτισας χερσί, σαῖς ἰδίαις ἐπλήσθη, Γεώργιε πάνσοφε, ὡς ἠνοίχθη ὁ τάφος σου, ὁ πανίερος, ὀδμῆς ἀῤῥήτου τρισμάκαρ, χαριτόβρυτε, Ταξιαρχῶν κώμης φύλαξ, καὶ Δράμας ὑπέρμαχε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ἐνέκρωσας ἁγνὴ τὸν ἀρχέκακον ὄφιν, κυήσει Σου σεπτῇ Παναγία Παρθένε, καὶ κόσμον ἐκαίνισας, ἁμαρτίας εἰς βόθυνον, κυλινδούμενον· ὅθεν τιμῶντές σε πόθῳ, ἀνυμνοῦμέν Σε, ὡς τῆς ζωῆς τῶν ἁπάντων, μητέρα πανάχραντον.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.

Σορὸς λειψάνων σου, ἡ θαυματόβρυτος, ἀρτίως πέφηνε, σεπτὲ Γεώργιε, Ποντίων εὖχος τιμαλφές, ἀδάπανον ἰατρεῖον, ἀσθενοῦσι Ὅσιε, καὶ δεινὸν ὀλετήριον, τῶν δαιμόνων χάριτι πανσθενοῦς θείου Πνεύματος· διὸ αὐτῇ προσπίπτοντες πόθῳ σθένους πληρούμεθα Ἅγιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαίρε ἡ Κεχαριτωμένη.

Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον (Λουκ. ι´ 1 - 15): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου… Ζήτει τῇ Παρασκευῇ τῆς Ε΄ ἑβδομάδος τοῦ Λουκᾶ.

Ὁ Ν´ Ψαλμός.

Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β´. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τὸν θεωθέντα κατὰ μέθεξιν θεῖον Γεώργιον, ὡς κοινωνὸν θείας δόξης ἐγκωμιάσωμεν, καὶ αὐτοῦ τοῖς πανιέροις λειψάνοις προσπέσωμεν, τοῖς πᾶσι χορηγοῦσι πιστοῖς τὰ ἰάματα, αἰτούμενοι τὰς θεοπειθεῖς αὐτοῦ ἐντεύξεις, πρὸς ἀπόκτησιν ἀρετῶν καὶ ζωὴν τὴν αἰώνιον.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἁγιάζουσι λείψανα Γεωργίου πάντας. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Ἁγιασμὸν καὶ εὐλογίαν ἅπασι παρέχει θήκη ἡ σή, τῶν σεπτῶν λειψάνων, ἀσκητὰ Γεώργιε, τῆς Δράμας νέον κόσμημα, καὶ φρουρὲ καὶ ἀκέστορ, τοῖς προσκυνοῦσιν ἐκ πίστεως, ταύτην χαριτόβρυτε Ὅσιε.

Γῆθεν ὡς κρίνα μυροβόλα ὤφθησαν ὀστέα κροκοφαβῆ, σοῦ ψυχῆς πληροῦντα, χαρμονῆς Γεώργιε, καὶ εὐωδίας ἅπαντας, εὐλαβῶς συνελθόντας, ἀνακομίσαι σὰ λείψανα, εἰς Μονὴν Χριστοῦ Ἀναλήψεως.

Ἴδε ἐξ ὕψους δόξης σου Γεώργιε τοὺς προσιόντας πιστῶς, προσκυνῆσαι θήκην, τῶν σεπτῶν λειψάνων σου, καὶ πέμψον σὴν ἀντίληψιν, καὶ βοήθειαν πᾶσιν, ἐκδεχομένοις τὴν χάριν σου, ἀσκητὰ τῆς Δράμας θεόφιλε.

Θεοτοκίον.

Ἀπαύστως μεγαλύνοντες Μητρόθεε Σῶν θαυμασίων πληθύν, κεχαριτωμένη, Σὸν Υἱὸν δοξάζομεν, ἡμῖν τὸ μέγα ἔλεος, παρεχόμενον πᾶσι, καὶ οἰκτιρμοὺς ἱκεσίαις Σου, ταῖς ἀδιαλείπτοις Μητρόθεε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ζηλωτᾶ τῶν ἀῤῥεύστων θεοειδὲς Ὅσιε, Δράμας ἀσκητὰ θεοφόρε, μάκαρ Γεώργιε, τῶν σῶν λειψάνω σορόν, τὴν ἱερὰν προσκυνοῦντες, θείαις εὐλογίας σου, νῦν ἀπολαύομεν.

Ὁσιώτατε Πάτερ πηγὴ Θεοῦ χάριτος, Μάνδρας Ἀναλήψεως κτίτορ, θεῖε Γεώργιε, κατασπαζόμενοι νῦν, τὴν τῶν λειψάνων σου θήκην, καὶ ἁγιαζόμενοι, σὲ μακαρίζομεν.

Ὑπερεύχου προσφύγων σῆς ἀσκητὰ χάριτος, τῶν ἀσπαζομένων τὴν θήκην, θείων λειψάνων σου, ἐκ τῶν λαγόνων τῆς γῆς, ἄρτι ἀνακομισθέντων, θαυμαστὲ Γεώργιε, κρήνη ἰάσεων.

Θεοτοκίον.

Σωματώσασα Λόγον τὸν τοῦ Θεοῦ ἄχραντε, κεχαριτωμένη Παρθένε, πρὶν τὸν ἀσώματον, ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἔσωσας γένος μερόπων, νῦν τὸ μεγαλῦνόν Σε, Θεογεννήτρια.

Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.

Ἑορτάζοντες, τῶν σῶν λειψάνων, ἀνακόμισιν, ἐκ γῆς λαγόνων, ὡς Ὁσίων πατέρων Γεώργιε, σὲ μεγαλύνομεν εὖχος καὶ πρόβολον, τῆς ἀρετῆς καὶ βοῶμεν ἐκ πίστεως· ῥῦσαι θλίψεων καὶ νόσων ἡμᾶς πρεσβείαις σου, ἀπαύστοις πρὸς Θεὸν τὸν πολυέλεον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Περιβόλαιον, σαρκὸς φορέσας, ἐξ αἱμάτων Σου, τῶν ὑπεράγνων, ἐπὶ γῆς διπλοῦς ὡράθη ὁ Κύριος, ἀνερμηνεύτῳ τῷ τρόπῳ Θεάνθρωπος, ὁ τῆς φθορᾶς τοῦ θανάτου ῥυσάμενος, πάντα ἄνθρωπον Μητρόθεε παντευλόγητε, εἰς κόσμον τὸν ἐπίγειον ἐρχόμενον.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

Ἰχνηλατῶν, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι, τῶν ἀρχαίων, ἀσκητῶν παλαίσματα, ὤφθης Μονῆς θαυμαστός, θείας Ἀναλήψεως κτίτωρ σεπτὲ Γεώργιε· διὸ καὶ σῶν λειψάνων, τὴν βλύζουσαν ἰάσεις, νῦν σορὸν εὐλαβῶς προσπτυσσόμεθα.

Λάμψας χρυσός, ὡς ἀρετῆς καθαρώτατος, θεοφόρε, ἀσκητὰ ἐλάμπρυνας, πιστῶν χοροὺς δαψιλῶς, ἰαμάτων χάριν ἀπείληφας ὥσπερ χείμαῤῥος, ἣν ἅπασι ἐκχέεις, τοῖς πόθῳ προσκυνοῦσι, τῶν λειψάνων σου θήκην τὴν πάνσεπτον.

Ἐγκρατευτά, σημειοφόρε Γεώργιε, ὑπερόπτα, πάσης ματαιότητος, καὶ ἀφθαρτότητος ἐραστά, θήκην τῶν λειψάνων σου πίστει κατασπαζόμενοι, πληρούμεθα χαρίτων, ἰσχύος ὑγείας, σθένους θάῤῥους χαρᾶς καὶ δυνάμεως.

Θεοτοκίον.

Ἰδεῖν Χριστοῦ, τοῦ πανοικτίρμονος Τόκου Σου, θείαν δόξαν, ἐν Ἐδὲμ σκηνώμασιν, ἡμᾶς ἀξίωσον τοὺς πιστῶς, Σὲ ὑμνολογοῦντας Παρθένε Θεογεννήτρια, καὶ θήκην προσκυνοῦντας, λειψάνων Γεωργίου, τὴν πανσέβαστον καὶ χαριτόβρυτον.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Ψυχοτρόφοις σου λόγοις, ὁ λαὸν ἐκθρέψας πιστῶν Γεώργιε, Δράμας καὶ χορτάσας, ἄρτῳ σῶν διδαγμάτων συστήματα, σοὶ τὰ προσιόντα, θρέψον τροφίμοις πρεσβειῶν σου, τοὺς προσφεύγοντας θήκῃ λειψάνων σου.

Ἁγιάζων μὴ παύσῃ, ὑμνηπόλους πόνων τῶν πανιέρων σου, τοὺς ἀσπαζομένους, σῶν λειψάνων τὴν θήκην Γεώργιε, βρύουσαν ἰάσεις, ἰσχὺν χαρὰν καὶ εὐθυμίαν, τοῖς πιστοῖς ὡς πηγὴ ἀκεσώδυνος.

Νέον ἄστρον ἐφάνης, Ἐκκλησίᾳ τοῦ Κτίστου σοφὲ Γεώργιε, ἀπαυγάζον φέγγος, ἰσαγγέλου ζωῆς τὸ ἀνέσπερον· καὶ φωτίζον πάντας, τοὺς καθημένους ἐν σκοτίᾳ, ἀγνωσίας κακίας καὶ θλίψεων.

Θεοτοκίον.

Ἀπειρόγαμε Μῆτερ, τοῦ Θεοῦ θείου Λόγου Θεοχαρίτωτε, ἴθυνε Σοὺς δούλους, οὐρανῶν πρὸς ὑπέρφωτα δώματα, μεγαλύνοντάς Σε, ψαλμοῖς καὶ ᾄσμασιν εὐτάκτοις, ἀπλανῆ ὡς μερόπων ἰθύντειραν.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Γαυρίαμα, ὁ πατήσας δράκοντος, νοερᾷ σου προσευχῇ καὶ νηστείᾳ, καὶ χαμευνίᾳ Γεώργιε μάκαρ, ἴσχυε πάντας πατῆσαι ἱκέτας σου, ὀφρὺν ἀρχαίου πτερνιστοῦ, τοὺς πιστῶς προσκυνοῦντας σὰ λείψανα.

Ἐπάκουσον, νῦν τῶν δεομένων σου, καὶ σορὸν ἀσπαζομένων λειψάνων, σῶν πανιέρων Γεώργιε Πάτερ, Μονῆς δομῆτορ σεπτὲ Ἀναλήψεως, αὐτὴν ὡς θεῖον θησαυρόν, φυλασδούσης καὶ ὄλβον ἀσύληπτον.

Ὡράϊσμα, νευαγὲς Γεώργιε, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας ἀρτίως, ἀνεκομίσθησαν γῆς ἐκ λαγόνων, ὀστέα σὰ ὡς πολύτιμα μάργαρα, καὶ ὡς χρυσίον καθαρόν, ἐκτυφλῶττον πιστῶν τὰ συστήματα.

Θεοτοκίον.

Ῥυσθῆναί με, πάσης περιστάσεως, ἐκδυσώπει Σὸν Υἰὸν Θεοτόκε, τὸν προσιόντα θερμῶς Σαῖς πρεσβείαις, καὶ Γεωργίου σορὸν ἀσπαζόμενον, λειψάνων τοῦ ἐγκρατευτοῦ, Ἐκκλησίας τῆς Δράμας κοσμήτορα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τῶν σῶν λειψάνων κομιδὴν νῦν ἑορτάζοντες, ἐκ τοῦ σοῦ τάφου χαριτόβρυτε πανόσιε, Δράμας ἔφορε καὶ φύλαξ καὶ ἀντιλῆπτορ, καὶ Μονῆς σεπτὲ δομῆτορ Ἀναλήψεως, ἐκδεχόμεθα σὴν χάριν τὴν ἀστείρευτον, καὶ βοῶμέν σοι· Χαίροις μάκαρ Γεώργιε.

Ὁ Οἶκος.

Ἄγγελοι καθορῶντες, κομιδὴν ἐκ τοῦ τάφου, λειψάνων σου ἐξέστησαν ὄντως, ὅτι ὤφθησαν ἄρτι ἐκ γῆς, εὐωδίας πλήρη ταῦτα Γεώργιε, καὶ ἤνοιξαν τὰ στόματα, ἁπάντων παρεστώτων κράζειν·

Χαῖρε, ἐκβλάστημα θεῖον Πόντου·

χαῖρε, κατάπτωμα τοῦ ἐχθίστου.

Χαῖρε, ἀσκητῶν νεαυγῶν ἀκροθίνιον·

χαῖρε, ἀρετῶν πανευῶδες μυράλειπτρον.

Χαῖρε, κρήνη ἁγιάσματος εὐσεβῶν Χριστιανῶν·

χαῖρε, θήκη θαυματόβρυτος οὐρανίων δωρεῶν.

Χαῖρε, ὁ ἐν τῇ Δράμᾳ ἰσαγγέλως βιώσας·

χαῖρε, ὁ τῇ χορείᾳ ἀσκητῶν συνοικήσας.

Χαῖρε, θαυμάτων κρήνη ἀείῤῥυτος·

χαῖρε, χαρίτων βρύσις ἀστείρευτος.

Χαῖρε, πιστῶν ἐν δεινοῖς ἀντιλῆπτορ·

χαῖρε, ἡμῶν ἐν κινδύνοις συλλῆπτορ.

Χαίροις, μάκαρ Γεώργιε.

Συναξάριον.

Τῇ Θ΄ τοῦ αὐτοῦ Μηνός, ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Γεωργίου τοῦ Καρσλίδου, γενομένην ἐν ἔτει 2006.

Εὐωδία λειψάνων σου Γεώργιε,

ἐν σοὶ δεικνύει τὴν κατοικοῦσαν χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου

Τὸν ἐκ παλαιοῦ κλητικὸν Νικηφόρον,Τμηθέντα γνῶθι πρακτικὸν Νικηφόρον.

Οὗτος ἦν κατὰ τοὺς χρόνους Οὐαλεριανοῦ καὶ Γαληΐνου τῶν βασιλέων, ἰδώτης τὴν τύχην. Εἶχε δὲ φίλον πρεσβύτερον τῆς ἐκκλησίας χριστιανόν, ὀνόματι Σαπρίκιον· ὃς ἐκ διαβολικῆς ἐνεργείας, ἐμίσησε τὸν Ἅγιον Νικηφόρον καὶ ἐμνησικάκει αὐτῷ. Συλληφθέντος δὲ τοῦ Σαπρικίου παρὰ τῶν εἰδωλολατρῶν, καὶ πολλὰ βασανιζομένου, ὁ Ἅγιος Νικηφόρος μεσίτας πρὸς αὐτὸν ἔπεμψε, συγχώρησιν ἐξαιτούμενος· ὁ δὲ οὐκ ἤκουσεν. Ἰδὼν δὲ ὁ Ἅγιος Νικηφόρος ὅτι ἀπάγεται Σαπρίκιος εἰς τὸ ἀποκεφαλισθῆναι, ἔδραμε καὶ ἔπεσε παρὰ τοὺς πόδας αὐτοῦ, συγχώρησιν αἰτῶν· καὶ τῶν τοῦ Χριστοῦ νόμων περὶ τῆς καταλλαγῆς ὑπομιμνήσκοντος, αὐτὸν οὐχ ὑπεῖξε.

Διὰ πολλῶν δὲ βασάνων διελθών, καὶ ἐγγὺς τοῦ στέφους γενόμενος καὶ τῶν βραβείων, παρ’ ὅσον ἔμελλεν ἀποτμηθῆναι, τὴν συγχώρησιν οὐ προσήκατο. Διό, τῆς τοῦ Θεοῦ βοηθείας γυμνωθείς, εἶπε τοῖς δημίοις: Ἄφετέ με, καὶ θύσω τοῖς θεοῖς. Ὅπερ ἰδὼν ὁ Ἅγιος Νικηφόρος, παρέδωκεν ἑαυτὸν τοῖς δημίοις, καὶ τὸν Χριστὸν ὡμολόγησε παῤῥησίᾳ. Προστάξει δὲ τοῦ τυράννου, τὴν κεφαλὴν ἀπετμήθη, τάχιον εἰληφὼς τὰ γέρα τῆς ἀγάπης, ἣν καὶ ἔσπευδεν ἐκπληροῦν, διὰ τὸν τῆς ἀγάπης δοτῆρα Χριστόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων· Μαρκέλλου ἐπισκόπου Σικελίας, Φιλαγρίου ἐπισκόπου Κύπρου καὶ Παγκρατίου ἐπισκόπου Ταυρομενίου

Λυθέντες ἄνδρες σαρκικῶν τρεῖς ἁμμάτων (δεσμῶν δηλ.),Τῶν τῆς Ἐδὲμ μετέσχον ἐντρυφημάτων.

Οὗτοι, μαθηταὶ ἐγένοντο τοῦ Ἁγίου Ἀποστόλου Πέτρου.

Ἔτι γὰρ τοῦ Χριστοῦ περιπατοῦντος σωματικῶς ἐπὶ τῆς γῆς, καὶ θαυματουργοῦντος, ὁ Μάρκελλος ἀκούσας, ἀπῆλθεν ἀπὸ Ἀντιοχείας εἰς Ἱερουσαλὴμ μετὰ Παγκρατίου τοῦ υἱοῦ αὐτοῦ, ἰδεῖν αὐτόν. Ὁ οὖν Παγκράτιος, ἔκτοτε γενόμενος γνώριμος τῷ Ἁγίῳ Πέτρῳ, μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, ἠκολούθει αὐτῷ. Καὶ προχειρισθεὶς ὑπ’ αὐτοῦ ἐπίσκοπος Ταυρομενίου, καὶ κηρύττων τὸ ὄνομα τοῦ Χριστοῦ, ἐφονεύθη κρυφῇ ὑπὸ τῶν Ἑλλήνων. Ὁ δὲ Μάρκελλος, ὁμοίος χειροτονηθεὶς ἐπίσκοπος Σικελίας, καὶ πολλοὺς τῶν ἀπίστων ἐπιστρέψας πρὸς Κύριον, ἐτελειώθη.

Ὡσαύτως καὶ Φιλάγριος, τῆς Κυπρίων ἀρχιερατεύσας, καὶ διδάσκων καὶ αὐτὸς ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ, καὶ πολλοὺς πειρασμοὺς ὑπομείνας ὑπὲρ τῆς ἀληθοῦς πίστεως, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ τοῦ Κίλικα

Λήθην βαθεῖαν εἶχε καὶ ζῶν τοῦ βίου,Ῥωμανὸς οὗτος, ὃς μετέστη τοῦ βίου.

Οὗτος, Κίλιξ ὑπάρχων τὸ γένος, ἐκ πόλεως τῆς Ῥωσοῦ, ἐν Ἀντιοχείᾳ τοὺς ὑπὲρ ἀρετῆς ἐπεδείξατο ἄθλους. Ἔξω γὰρ τῶν τῆς πόλεως τειχῶν παρὰ τὴν ὑπώρειαν δειμάμενος οἰκίδιον. Ἐν αὐτῷ ἀσκητικῶς ἠγωνίζετο, μὴ πυρὶ χρησάμενος, μὴ λυχνιαίῳ φωτί. Τροφὴ δὲ ἦν αὐτῷ ἄρτος, καὶ ἅλας· ποτὸν δέ, τὸ κρηναῖον νᾶμα· ἐσθής, ἐκ τριχῶν· κόμη δέ, μέχρι ποδῶν διήκουσα· τῷ τραχήλῳ δέ, καὶ ταῖς χερσί, καὶ τῇ ὀσφύϊ, σιδήρου βαρυτάτης περιέκειτο. Πολλὴ δὲ αὐτῷ ἐδόθη χάρις παρὰ Θεοῦ· πολλῶν μὲν γὰρ πολλάκις χαλεπὰς ἀπήλασε νόσους· πολλαῖς δὲ στείραις γυναιξὶ δι’ εὐχῆς ἐχαρίσατο παῖδας. Οὕτω καλῶς ἀγωνισάμενος, ἐν εἰρήνῃ ἐκοιμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Πέτρος ὁ Δαμασκηνός, ξίφει τελειοῦται.

Ὁ διελέγξας τοὺς παραπλῆγας Πέτρος,Θνῄσκει μονοπλὴξ τῷ διὰ ξίφους τέλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀμμὼν καὶ Ἀλεξάνδρου, τῶν ἐν Σολέᾳ τῆς Κύπρου μαρτυρησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Νικηφόρου καὶ Γενναδίου, τῶν ἐν Σβὶρ Ῥωσίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παγκρατίου τοῦ ἐγκλείστου τοῦ ἐν τῷ Σπηλαίῳ

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εὕρεσις τῶν Λειψάνων τοῦ Ἁγίου Ἰννοκεντίου Ἰρκούτσκ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Γῆθεν ἐφάνησαν ὀστέα, ὡς χρυσὸς κροκοβαφῆ τὰ σὰ τρισμάκαρ, τιμαλφὴς ἀσκητά, Γεώργιε καὶ κρίνα, μυρίπνοα εὐφραίνοντα, εὐσεβούντων τὰς καρδίας.

Ἴασαι πάντων ἀλγηδόνας, τῶν λειψάνων σου σορὸν ἀσπαζομένω, θαυμαστὲ ἀσκητά, Γεώργιε χαρίτων, παντοίων ἀνακτόριον, καὶ νοσούντων ἰατρεῖον.

Ὅσιε Πάτερ μὴ ἐλλίπῃς, ἱλεούμενος ἡμῖν τοῖς σὲ τιμῶσι, τὸν Σωτῆρα Χριστόν, ὡς ἔχων παῤῥησίαν, Γεώργιε ὁμόζηλε, καὶ ὁμόσκηνε Ἀγγέλων.

Θεοτοκίον.

Ὕψωσον κέρας Ὀρθοδόξων, Θεοτόκε Σὲ λαμπρῶς μεγαλυνόντων, καὶ λειψάνων σορόν, Ὁσίου Γεωργίου, ἀσπαζομένων πάντοτε, καρδιῶν ἐν κατανύξει.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.

Προστασίᾳ θερμῇ καὶ ἀρωγῇ σου, ἀσκητὰ νεαυγές, προσφεύγομεν ἀπαύστως, τῶν Δραμινῶν οἱ σύλλογοι Γεώργιε, οὕσπερ περισκέπεις, καὶ φρουρεῖς ὑψόθεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἀναλήψεως Μάνδρας περιπύστου, εὐλογεῖς τοὺς χορούς, καὶ ἁγιάζεις πάντας, αὐτῇ τοὺς προσπελάζοντας Γεώργιε, προσκυνῆσια θήκην, σοῦ χαριτοβρύτων, καὶ ἱερῶν λειψάνων.

Νεῦσον πάντων λιταῖς τῶν σοῦ ὑμνούντων, πόνους ἀσκητικούς, Γεώργιε ἀτρύτους, καὶ προσκυνούντων θήκην τῶν λειψάνων σου, τὴν μυροβλοτοῦσαν, παύων ἀσθενείας, ἡμῶν πολυωδύνους.

Θεοτοκίον.

Τόμε Λόγου χρυσόδετε Ὑψίστου, καὶ σκηνὴ παμφαές, Θεοῦ τοῦ θείου Λόγου, Θεογεννῆτορ πάνσεμνε διάλυσον, τῶν παθῶν σκοτίαν, καὶ ἀχλὺν κακίας, τῶν σὲ μακαριζόντων.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Ἁγίων ἐγκαλλώπισμα ἀσκητῶν, Πόντου ἔρνος Γεώργιε πάνσεπτον, πανευλαβῶς, προσκυνοῦντες θήκην τὴν ἱεράν, λειψάνων τῶν τιμίων σου, ἐν τῆς Ἀναλήψεως τῇ Μονῇ, σῆς θείας εὐλογίας, πληρούμεθα καὶ νόσων, χαλεπῶν θαυμαστῶς ἐκλυτρούμεθα.

Σορὸς σεπτῶν λειψάνων σου ἱεράν, ἣν ἡμῖν ὁ σὸς τάφος ἐδώρησεν, ὡς τιμαλφῆ, ὄλβον νῦν Γεώργιε θαυμαστέ, πιστῶς κατασπαζόμενοι, μέλπομεν καμάτους σου ἀσκητά, οὓς ἔτλης διὰ κτῆσιν, τῶν ἀρετῶν καὶ χάριν, ἀπεκδεχόμεθα τὴν θείαν σου.

Χαρᾶς πληροῖς καρδίας μοναζουσῶν, τοῦ σεμνείου Χριστοῦ Ἀναλήψεως, ὡς θησαυρόν, ἔχοντος λειψάνων σου τὴν σορόν, ἐκβλύζουσα ἰάματα, πᾶσι καὶ διώκουσα τὴν ἀχλύν, Γεώργιε τοῦ βίου, τῶν λυπηρῶν ἁπάντων, καταφευγόντων τῇ σῇ χάριτι.

Θεοτοκίον.

Μνημόνευε ἀπαύστως Σῶν ἱκετῶν, Θεοτόκε Παρθένε ὑμνούντων Σε, καὶ τὴν σορόν, κατασπαζομένων τὴν ἱεράν, τοῦ Γεωργίου Δέσποινα, τῶν σεπτῶν λειψάνων τὴν δαψιλῶς, βραβεύουσαν Σοῖς δούλοις, ὑγείαν κατ’ ἄμφω, καὶ σθένος θραῦσαι πλάνου ἔνεδρα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Περικυκλοῦντες θήκην σου, λειψάνων τὴν πανίερον, καὶ εὐλαβῶς προσκυνοῦντες, αὐτὴν Γεώργιε μάκαρ, σῆς εὐλογίας ἅπαντες, τῆς θείας ἀπολαύομεν, καὶ τὸν Χριστὸν δοξάζομεν, δείξαντά σε θαυμασίων, πηγὴν ἀστείρευτον ὄντως.

Θεοτοκίον.

Τὴν ὑπ’ Ἀγγέλων πάντοτε, ἀνυμνουμένην Δέσποιναν, Θεογεννήτρια ὕμνοις, ἐγκωμιάσωμεν θείοις, ὡς πάντων καταφύγιον, ἐν βίου περιστάσεσι, καὶ τῶν μερόπων πρόξενον, τῆς χαρμονῆς τῆς ἀλήκτου, εὐλογημένην Παρθένον.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Γεώργιε σκεῦος ἱερόν, τοῦ Ἁγίου Πνεύματος, νῦν κομιδὴν ἑορτάζοντες, σεπτῶν λειψάνων σου, ἐκ τῆς γῆς λαγόνων, ἀνυμνολογοῦμέν σε, πηγὴν ὡς θαυμασίων ἀείῤῥυτον, καὶ κρήνην χάριτος,, ἀσκητὰ θεοφορούμενε, θεῖε κτίτορ, Μονῆς Ἀναλήψεως.

Γεώργιε Πόντου νεαυγές, ἄστρον κατεφώτισας, τῶν ἀρετῶν σου πυρσεύματα, Δράμας περίχωρον, νῦν σεμνυνομένην, θείᾳ προστασίᾳ σου, καὶ ἁγιαζομένην λειψάνων σου, θήκῃ πανεύφημε, ἐκβλυζούσῃ τὰ ἰάματα, τοῖς ἐν πίστει αὐτῇ προσπελάζουσι.

Γεώργιε τὰ κροκοβαφῆ, ἱερά σου λείψανα, κατασπαζόμενοι χάριτος, σῆς ἀπολαύομεν, καὶ πιστῶς βοῶμεν· Δράμας ἐγκαλλώπισμα, καὶ τῆς Μονῆς Χριστοῦ Ἀναλήψεως, εὖχος περίδοξον, μὴ ἐλλίπῃς τὸν παντάνακτα, ἱκετεύων, ὑπὲρ τῶν τιμώντων σε.

Γεώργιε φρούρει ἀκλινῶς, Δράμας τὴν ὁμήγυριν, τῶν εὐσεβῶς εὐφημούνων σε, καὶ τὰ συστήματα, εὐλαβῶν Ποντίων, προσκυνοῦντα πάντοτε, τὴν θήκην τῶν τιμίων λειψάνων σου, ὥσπερ θησαύρισμα, πολυτίμητον καὶ ἄσυλον, ἃ κατέχει, Μονῆς Ἀναλήψεως.

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε προσκυνήσωμεν τὰ χαριτόβρυτα λείψανα, Γεωργίου τοῦ μάκαρος, ἅπερ ἀρτίως πανευλαβῶς ἀνεκομίσθησαν, καὶ φυλάττονται ἐν τῇ Μονῇ τῆς τοῦ Χριστοῦ Ἀναλήψεως, ἣν οὗτος χερσὶν ἰδίαις ἐδόμησε πιστῶς κραυγάζοντες· ὁ ἐν ταπεινώσει τοῦ βίου ὑπομείνας στερήσεις, καὶ ποδηγετήσας πιστοὺς πρὸς σωτηρίαν, μὴ παύσῃ δεόμενος τοῦ Κυρίου, ὑπὲρ τῶν ταπεινῶν ἱκετῶν σου, τῶν ἐκδεχομένων τὴν χάριν σου, καὶ προσκυνούντων ἐν πίστει σορὸν τῶν λειψάνων σου.

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Πόθῳ ἀσπαζόμενοι τὴν σορόν, σῶν σεπτῶν λειψάνων, Ἀναλήψεως ἐν Μονῇ, Δράμας σῶν χαρίτων, πληρούμεθα τῶν θείων, Γεώργιε Ὁσίων, νέων θησαύρισμα.

[1]